Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.320 Joseph. AJ 5.325 (English) >>Joseph. AJ 5.329

5.323

Ἐλθοῦσαν δὲ Ῥούθην μετὰ τῆς πενθερᾶς εἰς τὴν Βηθλεέμων Βοώζης Ἀβιμελέχου συγγενὴς ὢν δέχεται ξενίᾳ. καὶ Ναάμις, προσαγορευόντων αὐτὴν ὀνομαστί, δικαιότερον εἶπε Μαρὰν καλεῖτέ με· σημαίνει δὲ καθʼ Ἑβραίων γλῶτταν ναάμις μὲν εὐτυχίαν, μαρὰ δὲ ὀδύνην. 5.324ἀμήτου δὲ γενομένου ἐξῄει καλαμησομένη κατὰ συγχώρησιν τῆς πενθερᾶς Ῥούθη, ὅπως τροφῆς εὐποροῖεν, καὶ εἰς τὸ Βοώζου τυχαίως ἀφικνεῖται χωρίον. παραγενόμενος δὲ Βόαζος μετʼ ὀλίγον καὶ θεασάμενος τὴν κόρην ἀνέκρινε τὸν ἀγροκόμον περὶ τῆς παιδός. δὲ μικρὸν ἔμπροσθεν παρʼ αὐτῆς ἅπαντα προπεπυσμένος ἐδήλου τῷ δεσπότῃ. 5.325 δὲ τῆς περὶ τὴν πενθερὰν εὐνοίας ἅμα καὶ μνήμης τοῦ παιδὸς αὐτῆς συνῴκησεν ἀσπασάμενος καὶ εὐξάμενος αὐτῇ πεῖραν ἀγαθῶν καλαμᾶσθαι μὲν αὐτὴν οὐκ ἠξίωσεν, θερίζειν δὲ πᾶν τι καὶ δύναιτο καὶ λαμβάνειν ἐπιτρέπει προστάξας τῷ ἀγροκόμῳ μηδὲν αὐτὴν διακωλύειν λαμβάνειν, ἄριστόν τε παρέχειν αὐτῇ καὶ ποτόν, ὁπότε σιτίζοι τοὺς θερίζοντας. 5.326Ῥούθη δὲ ἄλφιτα λαβοῦσα παρʼ αὐτοῦ ἐφύλαξε τῇ ἑκυρᾷ καὶ παρῆν ὀψὲ κομίζουσα μετὰ τῶν σταχύων· ἐτετηρήκει δʼ αὐτῇ καὶ Ναάμις ἀπομοίρας βρωμάτων τινῶν, οἷς αὐτὴν ἐπολυώρουν οἱ γειτονεύοντες· διηγεῖται δὲ αὐτῇ καὶ τὰ παρὰ τοῦ Βοάζου πρὸς αὐτὴν εἰρημένα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.320 Joseph. AJ 5.325 (English) >>Joseph. AJ 5.329

Powered by PhiloLogic